Ancient Greek
1.128 to 1.138
Scholia in Homerum, Scholia in Iliadum 1.128-3-138
Not analysed yet
226. Ἀγαμέμνονος Ἀτρείδαο] διὰ τί τὸν ἐχθρὸν οὕτως ὠνόμασε προπετῶς, οὐ προθεραπεύσας; ῥητέον οὖν ὅτι εἴτε ἐνδεικνύμενος Ἀχιλλεῖ ὅτι ὁ πρότερον ὑβρίσας ἱκέτης καθέστηκεν· ἢ πάνυ ῥητο- ρικῶς ὁ ἀνὴρ εἰς φιλίαν ἄγει τοὺς ἀμφοτέρους, καὶ τῇ τραπέζῃ δυσωπῶν, καὶ μόνον οὐχὶ τοῦτο λέγων, ὡς ὁμόσιτος αὐτῷ διʼ ἡμῶν γεγένησαι· καὶ γὰρ ἐκείνου καὶ σοῦ μετεσχήκαμεν τραπέζης. 230. ἐν δοιῇ] ἐν δισταγμῷ, ἐν διχοστασίᾳ. περισπαστέον δέ· δοτικὴ γὰρ ἀκόλουθος εὐθείᾳ τῇ δοιός, οὗ τὸ θηλυκὸν δοιή. 232. *αὖλιν ἔθεντο] τὸν αὐλισμὸν ἐποίησαν, ἐστρατοπεδεύσαντο. 235. *ὅτι ἐπὶ τῶν Τρώων ἐστίν· ἐμπεσοῦνται ταῖς ναυσὶν, ἐν- σείσουσιν. ἀλλ’ ἐμπεσεῖσθε ταῖς ναυσὶ διώκοντες ἡμᾶς. 236. Ἀρίσταρχος ὑφʼ ἓν μέρος λόγου τὸ ἐνδέξια, ἐπὶ τὴν δε συλλαβὴν τὴν ὀξεῖαν ποιῶν· ὁ δὲ Ἀσκαλωνίτης κατὰ παρολκὴν παραλαμβάνει τὴν ἐν πρόθεσιν, ὥστε εἶναι δεξιὰ σήματα φαίνων. ἄμεινον δὲ τὸ πρότερον. 238. οὐδέ τι τίει] εὐτελίζει, φησὶν, οὐ μόνον ἀνθρώπους, ἀλλὰ καὶ θεούς. τῇ δὲ ὑπερβολῇ τὸ μέγεθος τῆς ὑπερηφανίας αὐτοῦ ἐδήλωσεν. 239. *βραχὺ διασταλτέον ἐπὶ τὸ ἀνέρας. λύσσα] μανία. τὸ ἐναντίον· αὐτὸς γὰρ αὐτὴν ἐνδέδυται. εἴρηται δὲ παρὰ τὸ λύειν τὸν νοῦν. ἐρεθισμὸς δὲ ὁ τῶν ἐχθρῶν ἔπαινος. 240. ἠῶ] τὴν ἠῶ κατʼ αἰτιατικὴν πτῶσιν περισπαστέον, καὶ τὴν αἰδῶ, οὐ μὴν καὶ τὸ Λητώ καὶ τὰ τοιαῦτα πάντα· ἀλλὰ τὰ μὲν εἰς ω λήγοντα θηλυκὰ ἐπʼ εὐθείας καὶ αἰτιατικῆς ὁμοτονήσει ὀξυνό- μενα, τὸ δὲ ἠώς καὶ αἰδώς μόνα ἔξει ἐπʼ αἰτιατικῆς τὴν περισπω- μένην τάσιν. 241. στεῦται] διορίζεται· στάσιν γὰρ ψυχῆς σημαίνει ἡ λέξις. ἡ δὲ ἐπαναφορὰ τῆς σημειώσεως πρὸς τὸ ἐν Ὀδυσσείᾳ (11, 548) “στεῦτο δὲ διψάων.” ἄκρα κόρυμβα] τὰ τῶν νεῶν ἀκροστόλια. διὰ τί δὲ πρῶτον ἀποκό- πτει, εἶθʼ οὕτως τὸ πῦρ ἐμβάλλει; ἐπειδὴ ἐπὶ τῶν ἀκροστολίων ἦσαν ἀγάλματα καὶ εἰκόνες θεῶν, ἐκκλίνων τὴν θεοχολωσίαν τοῦτο ποιεῖ. 242. *ἐμπρήσειν] Ἀρίσταρχος ἐμπλήσειν. αὐτάς τʼ ἐμπρήσειν μαλεροῦ πυρός] σημειοῦνταί τινες ὅτι ἀντὶ τοῦ μαλερῷ πυρί. 244, 245. *διασταλτέον βραχὺ φρένα καὶ θεοί.