Ancient Greek
1.139 to 1.145
Scholia in Homerum, Scholia in Iliadum 1.139-4-145
Not analysed yet
246. *Ἄργεος ἱπποβότοιο] σημειοῦνταί τινες ὅτι τὴν ὅλην Πε- λοπόννησον οὐκ οἶδεν ὁ ποιητὴς, Ἡσίοδος δέ. 249, 250. οὐδέ τι μῆχος] οὐδεμία ἔσται μηχανὴ τοῦ κακοῦ πραχθέντος θεραπείαν εὑρεῖν. πρὸς τὸ παρὸν δὲ ἡ γνώμη· τινὰ γὰρ τῶν κακῶν ἰάσεως ἔτυχεν. ἐπὶ τὸ μῆχος βραχὺ διασταλτέον· σαφέστερον γὰρ οὕτω παρίσταται. 252. ὦ πέπον] ὁτὲ μὲν τὸν εὐδιάλυτον δηλοῖ καὶ ἀσθενῆ, ὁτὲ δὲ τὸν προσηνῆ, ἀπὸ τοῦ πεπείρου καὶ ἁπαλοῦ. 254. *τέκνον ἐμόν] σημειοῦνταί τινες ὅτι παρεῖται τὸ τάδε λέγων. 255. αἴ κʼ ἐθέλωσι] εὖ καὶ τὸ ἐθέλωσιν, ὡς οὐ δωσόντων, εἰ ἀνά- ξιος ὀφθείη τῆς δωρεᾶς. 256. ἴσχειν] ἐπέχειν, παύειν. τὸ ἐν τῷ στήθει φησὶ διὰ τὴν καρδίαν· αὕτη γὰρ ἐν τῷ στήθει κεῖται, οὖσα αἰτία τῆς ὀργῆς, ὡς καὶ ὁ τοῦ θυμοῦ ὅρος δηλοῖ· θυμὸς γάρ ἐστι, φησὶ, ζέσις τοῦ ἐν καρδίᾳ θερμοῦ πρὸς ὄρεξιν ἀντιλυπήσεως. 261. *χόλοιο] ὅτι ἀντιφράζει τῇ μήνιδι τὸν χόλον.