Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ι.
Scholia in Homerum, Scholia in Iliadum 1.146-2
Not analysed yet
262. οἱ ὑποστίζοντες ἐπὶ τὸ εἰ δέ, ὡς λείποντος τοῦ θέλεις, διηλέγχθησαν ἐν τοῖς ἐπάνω. καὶ νῦν δέ ἐστιν ὁ λόγος, ἄγε δὴ σὺ μέν μου ἄκουσον. ἡ διπλῆ δὲ πρὸς τὸ σχῆμα, ὅτι ἀντὶ τοῦ ἐγὼ δʼ ἄν σοι καταλέξαιμι, καὶ περισσὸς ὁ κε. τὸ εἰ παρακελευστικὸν ἐπίρρημά ἐστιν, ὃν τρόπον ἐπὶ τοῦ Διός “ἀλλʼ εἴ τις καλέσειε θεῶν Θέτιν” (Il. 24, 74). καὶ τὸ παρακελευστικὸν ἐπίρρημα ἀπὸ τούτου γεγονέναι τοῦ συνδέσμου, τοῦ α περιττεύοντος, τοῦ τόνου ἀλ- λαγέντος εἰς περισπώμενον ἀναγκαίως, καὶ τῆς δασείας Ἀττικῶς προσελθούσης.