Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Δ.
Scholia in Homerum, Scholia in Iliadum 1.152
Not analysed yet
376. Οἰδίπους ἀποβαλὼν Ἰοκάστην ἐπέγημεν Ἀστυμέδουσαν, ἥτις διέβαλε τοὺς προγόνους ὡς πειράσαντας αὐτήν. ἀγανακτήσας δὲ ἐκεῖνος ἐπηράσατο αὐτοῖς διʼ αἵματος παραλαβεῖν τὴν χώραν. καὶ παρέδωκε τὴν βασιλείαν αὐτοῖς· Ἐτεοκλῆς δὲ ὁ υἱὸς αὐτοῦ ἐξέβαλε Πολυνείκην τὸν ἀδελφὸν αὑτοῦ ὡς πρεσβύτερος· παραγενό- μενος δὲ οὗτος εἰς Ἄργος εὗρε Τυδέα φυγάδα· βοηθῶν γὰρ κἀκεῖνος τῷ πατρὶ, τὸν ἐναντιούμενον ἀποκτείνας ἀνεψιὸν ἔφυγεν. Ἄδραστος δὲ θεασάμενος αὐτοὺς ἠμφιεσμένους θηρῶν δορὰς, Τυδέα μὲν συὸς, Πολυνείκην δὲ λέοντος, συνέβαλε τὸν χρησμόν· ἦν γὰρ αὐτῷ δεδομένος κάπρῳ καὶ λέοντι ζεῦξαι τὰς θυγατέρας. καὶ δίδωσι Τυδεῖ μὲν Δηϊπύλην, Ἀργείαν δὲ Πολυνείκει. πέμψας δὲ εἰς Μυκήνας συμμαχίαν ᾔτει ἐπὶ Θηβαίους. Θυέστης μὲν οὖν προθύ- μως ἐδίδου, σημεῖα δὲ αὐτὸν ἐκώλυσε φαῦλα. ἐπελθόντες οὖν ἐν ταῖς Θήβαις οἱ Ἀργεῖοι πέμπουσι πρεσβευτὴν Τυδέα, ὃς κατα- λαβὼν γυμνικὸν ἀγῶνα καὶ συμμαχούσης Ἀθηνᾶς νικᾷ τὰ πάντα, ὑποστρέφων δὲ πεντήκοντα νεανίας ἐνεδρεύοντας αὐτὸν συλλαβεῖν ἀναιρεῖ.