Ancient Greek
1.16 to 1.20
Scholia in Homerum, Scholia in Iliadum 1.16-20
Not analysed yet
25. *εἴπερ ἂν αὐτόν] ἅτι τὸ εἴπερ ἂν αὐτόν ἀντὶ τοῦ εἰ καὶ αὐ- τόν, ὡς ὅταν λέγῃ “εἴπερ ἂν αὐταὶ Μοῦσαι ἀείδοιεν” (Il. 2, 598) ἀντὶ τοῦ εἰ καὶ αὐταί. καὶ ὅτι ὁ τέ σύνδεσμος περισσός. 28. ἀλείτην] ὅτι Ζηνόδοτος γράφει ἀλείτας, τὰς ἁμαρτίας ἐκλαμβάνων. κρεῖττον δὲ αὐτὸν τὸν Ἀλέξανδρον λέγεσθαι ἀλείτην. 29. χαμᾶζε] προπερισπᾶται. ἐχρῆν δὲ πρὸς τὸν χαρακτῆρα τρίτην ἀπὸ τέλους εἶναι τὴν ὀξεῖαν συστελλομένου τοῦ ᾱ, ὥσπερ τὸ Ἀφίδ- ναζέ Θήβαζε ἔραζε, χωρὶς εἰ μή ἐστιν ἀφορμὴ ὅτι ταῦτα ἀπὸ ὀνο- μάτων, τοῦτο δὲ ἀπὸ ἐπιρρήματος τοῦ χαμαί. τὸ δὲ μέταζε χρονικὸν παρὰ πρόθεσιν παρῆκται. 31. ἡ ὑποστιγμὴ διὰ τὸ ὡς μόριον, τὸν δʼ ὡς οὖν. ἡ διπλῆ δὲ, ὅτι ἀντὶ τοῦ κατεπλάγη. 33. ὡς δʼ ἅτε τίς τε δράκοντα] ἀνωτέρω περὶ τοῦ λέοντος ἐξειρ- γάσατο, οὐ τοῦ ἐλάφου· τοῦ δρῶντος γὰρ ἦν ἡ εἰκών. καὶ τὰ μὲν ἄλλα τῶν ζώων καὶ πόρρωθεν ὁρᾶται μεγέθει ἢ φωνῇ, ὄφις δὲ ἐγγὺς γεγονότι παραδόξως ὁρᾶται. ὃ συνέβη Ἀλεξάνδρῳ.