Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Κ.
Scholia in Homerum, Scholia in Iliadum 1.156-3
Not analysed yet
349. ὣς ἄρα φωνήσαντε] οὕτως Ἀρίσταρχος. καὶ θαυμαστὸν οὐδὲν εἰ Ὀδυσσέως εἰπόντος μόνου συλλήβδην ἔφη ὣς ἄρα φωνή- σαντε· σύνηθες γὰρ αὐτῷ τὸ τοιοῦτο. ἐν γοῦν τῇ παραποταμίῳ μάχῃ τοῦ Ποσειδῶνος εἰπόντος μόνου “τοίω γάρ τοι νῶῖ θεῶν ἐπιταρρόθω εἰμὲν Ζηνὸς ἐπαινήσαντος,ʼ ἐπιφέρει “τὼ μὲν ἄρʼ ὣς εἰπόντε μετ᾿ ἀθανάτους ἀπεβήτην” (Il. 21, 287). ἐν μέντοι τῇ Ἀριστοφάνους καὶ ἄλλαις ἑτέρως ἐφέρετο· “ὣς ἔφατ᾿, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Διομήδης· ἐλθόντες δʼ ἑκάτερθε παρὲξ ὁδοῦ ἐν νεκύεσσι κλινθήτην.” *ὅτι τοῦ Ὀδυσσέως εἰπόντος μόνου εἶπεν συλληπτικῶς ὡς ἄρα φωνήσαντε. *διασταλτέον ἐπὶ τὸ φωνήσαντε.