Ancient Greek
1.157 to 1.165
Scholia in Homerum, Scholia in Iliadum 1.157-5-165
Not analysed yet
350. ἀφραδίῃσι] ἀθεωρησίᾳ· ἀπείρηκται γὰρ ἀπὸ διανοίας εἰς αἴσθησιν, ὁμοίως τῷ “τὸν δʼ ἐφράσατο προσιόντα” (339). 351. ἐπὶ] οὐδὲ ἐνθάδε ἀναστρεπτέον· μεταξὺ γὰρ πάλιν σύν- δεσμος, ἐφ’ ὅσον ὅρια. ἡλίκον ὅρμημα γίνεται τῶν ἡμιόνων τεμνόντων αὔλακα. οὖρα τὰ ὅρια καὶ πέρατα τῆς αὔλακος, ἣν τὸ ὀρικὸν ζεῦγος τέμνει. πρὸς τὸ σχῆμα, πέλονται ἀντὶ τοῦ πέλεται, ὁμοίως τῷ “οὐδʼ εὐήρε’ ἐρετμὰ, τά τε πτερὰ νηυσὶ πέλονται” (Od. 11, 125). 353. *νειοῖο] ὅτι ἐλλείπει ἡ διά, διὰ νειοῖο. νειός ἐστιν ἡ νεωστὶ ἠροτριασμένη γῆ. πηκτὸν ἄροτρον] τὸ τὸν γύην προσπεπηγότα ἔχον· αὐτόγυον δὲ τὸ ἐξ αὐτοῦ μονόξυλον· καὶ Ἡσίοδός φησι “δοιὰ δὲ θέσθαι ἄροτρα πονησάμενος κατὰ οἶκον, αὐτόγυον καὶ πηκτόν” (O. 433). 354. *Ἀρίσταρχος ἐπεδραμέτην. τὼ μὲν ἐπιδραμέτην] ὅτι τὸ μὲν ἐπιδραμεῖν τίθησιν, ὅτε οὐ γινώ- σκει ὁ διωκόμενος, ὅτε δὲ γινώσκει, διώκειν καὶ διῶξαι. 356. στικτέον μετὰ τὸ ἐκ Τρών· ἔστι γὰρ ὁ λόγος, ἤλπιζε γὰρ ὁ Δόλων ἑταίρους αὐτοῦ ἐκ τῶν Τρώων ὑπάρχειν, ὡς κελεύσαντος τοῦ Ἕκτορος εἰς τὰ ὀπίσω αὐτὸν ὑποστρέψαι. ἀποστρέψαντας γὰρ εἰς τοὐπίσω καλέσαντας. *ὅτι τὸ πάλιν συναπτέον τῷ ἀποστρέψοντας, ἵνα ᾖ εἰς τοὐπίσω ἀποστρέψοντας. 359. *αἷψα] γρ. καὶ τοὶ δʼ ὦκα. ὅτι νῦν ὀρθῶς διώκειν λέγει, ὅτε φεύγει ἐπιγνοὺς αὐτοὺς πολε- μίους ὄντας. *τὸ ὁρμήθησαν Ἰακῶς. 360. καρχαρόδοντε] ἐπικαμπεῖς ὀδόντας ἔχοντες. ἢ τραχεῖς· κάρ- χορον γὰρ τὸ τραχύ. ἤγουν οἱ κύνες τοῦ Ἅιδου. 361. ὅτι τῷ ἐπείγετον ὁριστικῷ ἀντὶ ὑποτακτικοῦ τοῦ ἐπείγητον. ἐπιφέρει γὰρ προθέῃσι. γίνεται οὖν κατάλληλον οὕτως, ὡς δʼ ὅταν ἐπείγωσιν, ὁ δὲ προθέῃσι μεμαώς. ἐμμενές] ἐν τούτῳ γάρ ἐστι τῶν κυνῶν ἡ ἀριστεία. ταῦτα γάρ ἐστι τὰ ζῷα φύσει μὲν ταχέα, ὑπεκλυόμενα δὲ διὰ τὴν ἀσθένειαν οἱ δὲ κύνες τὸ ἐναντίον. 362. *ὁ τε σύνδεσμος οὐκ ἦν ἐν τοῖς Ἀριστάρχου.