Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Κ.
Scholia in Homerum, Scholia in Iliadum 1.166-3
Not analysed yet
364. λαοῦ ἀποτμήξαντε διώκετον] ὡς τὸ “εἰδότε θήρης” (360)· οὐδὲ γὰρ ἐκεῖνοι κατʼ οὐρὰν διώκουσιν, ἀλλὰ περὶ τὰ πλευρὰ, ηὐτρε- πισμένοι πρὸς τὴν ἐπιστροφὴν τῶν διωκομένων θηρίων. ὅτι τὸ διώκετον σημαίνει διώκουσιν [ἢ διώκετε], οὐ τὸ ἐδιωκέτην, ὡς Ἐρατοσθένης. ἔστιν οὖν τὸν Δόλωνα διώκουσιν ἀντὶ τοῦ ἐδίωκον, ὃν τρόπον “αἱ μὲν ἀλετρεύουσι μύλης ἔπι” (Od. 7, 104) ἀντὶ τοῦ ἠλέτρευον. λαοῦ ἀποτμήξαντε διώκετον] τοῦ Τρωῖκοῦ λαοῦ χωρίσαντες αὐτὸν ἐδίωκον. τρία δὲ ῥήματά ἐστι παρὰ τῷ ποιητῇ τὸ τοῦ παρῳχημένου δυῖκὸν τρίτον εἰς ον λῆγον ἔχοντα παραλόγως, τοῦτο καὶ τὸ “ἀνδρά- σιν ἡρώεσσιν ἐτεύχετον” (Il. 13, 346) καὶ τὸ “ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον” (Il. 18, 583). οὐκ ἔστι μέντοι ἄντικρυς δυικῆς σημασίας· ἀναθεώρησιν γὰρ ἔχει πληθυντικὴν παρατατικήν· τὸ γὰρ διώκετον ἀντὶ τοῦ ἐδίωκον κεῖται, καὶ τὸ ἀνδράσιν ἡρώεσσι ἐτεύχετον ἀντὶ τοῦ ἔτευχον, καὶ τὸ λαφύσσετον ἀντὶ τοῦ ἐλάφυσσον.