Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.161-2
Not analysed yet
269. ἀχρεῖον] Διονύσιος καὶ Τυραννίων τὴν πρώτην ὀξύνουσιν, ὥσπερ καὶ παρὰ τοῖς Ἀττικοῖς, καὶ ἀναλόγως· παρὰ γὰρ τὸ χρεία τὸ κατὰ στέρησιν ἄχρειος, ὡς μοῦσα ἄμουσος. ἡ μέντοι παρὰ τῷ ποιητῇ ἀνάγνωσις, ἀφορμῆς ἐχομένη τῆς κατὰ τὴν συνεκδρομὴν, προπεριεσπάσθη. τὰ γὰρ ἐν τῇ πρώτῃ συλλαβῇ ἔχοντα τὸ α μὴ καθαρὸν ἐπιφερομένων δύο συμφώνων μετὰ τῆς ει διφθόγγου, μὴ σημαίνοντα μέρος σωματικὸν, προπερισπᾶται, ἀνδρεῖος Ἀργεῖος. οὕτως καὶ ἀχρεῖος. χρῶ ἐστὶ ῥῆμα δηλοῦν τὸ ἅπτομαι καὶ πλησιάζω, οὗ παραγωγὸν χραύω· “χραύσῃ μέν τ᾿ αὐλῆς ὑπεράλμενον” (ΙΙ. 5, 138). ἀφ᾿ οὗ ἔχραε τὸ βαρύνειν, καὶ μετὰ τοῦ ἄλφα τοῦ στερητικοῦ ἄχρης καὶ ἀχρεῖον τὸ ἀσθενὲς καὶ βάρους μὴ μετέχον· “ἀλγήσας δ᾿ ἀχρεῖον ἰδών.” ἐκὶ δὲ τῆς Πηνελόπης “ἀχρεῖον δὲ γέλασσεν” (Od. 18, 163), ἐπίπλαστον καὶ ὑποκεκριμένον, μέχρι τοῦ τὰ χείλη μόνον διανοίγειν. τοῦ δὲ ἄχρης κτητικῷ τύπῳ ἀχρήϊον. οὕτως Φιλό- ξενος ἐν τῷ περὶ μονοσυλλάβων ῥημάτων. ἰδών] ὅτι Φιλητᾶς τὸ ἰδών περισπᾷ, οἷον τῶν ὀφθαλμῶν, ἰδεῶν. οὐδέποτε δὲ Ὅμηρος ἰδέας τοὺς ὀφθαλμοὺς εἶπεν. ἔστιν οὖν τὸ ἀχρεῖον ἰδών ἐντελῶς σχηματίσας.