Ancient Greek
Volume 1, EIΣ THN Γ.
Scholia in Homerum, Scholia in Iliadum 1.21-3
Not analysed yet
35. ὦχρος] οὕτως ὦχρος ὡς ὦμος, εἰς ἀποφυγὴν τοῦ ἐπιθετικοῦ. τάχα δὲ καὶ ἄχροος ἐστιν, ὃ ἐν ὑπερθέσει γίνεται ἄοχρος, καὶ κατὰ συναλοιφὴν ποιεῖ τὸ ὦχρος βαρυνόμενον. ἄλλως τε τὰ εἰς ος λή- γοντα δισύλλαβα μονογενῆ, ἀρχόμενα ἀπὸ τοῦ ω, μὴ προσκειμένου τοῦ ῑ, βαρύνεται, ὦμος. πρόσκειται μὴ ἔχοντα τὸ ῑ διὰ τὸ ῲδός τραγῳδός. παρειά] οὕτως ὀξυτόνως καὶ χωρὶς τοῦ σ γραπτέον, ἵνα ᾖ οὐδέ- τερον· τὰ γὰρ ἀπὸ τῶν τοιούτων θηλυκῶν μεταποιούμενα εἰς οὐδέ- τερον γένος, τοῦ αὐτοῦ σημαινομένου μένοντος, τὸν αὐτὸν φυλάσσει τόνον, πλευραί πλευρά, πυραὶ πυρά. οὐκ ἀντίκειται τὸ νευραί καὶ νεῦρα· διάφορον γὰρ τὸ σημαινόμενον. οὕτως παρειαί παρειά. φασὶ μέντοι Ἀρίσταρχον καὶ Ἀριστοφάνην γράφειν παρειάς σὺν τῷ σ, ἐπειδὴ καὶ παρειάων ἁπαλάων λέγει (ll. 18, 123).