Ancient Greek
1.162 to 1.166
Scholia in Homerum, Scholia in Iliadum 1.162-2-166
Not analysed yet
270. στικτέον μετὰ τὸ ἀχνύμενοί περ, ἔπειτα ἀπ᾿ ἄλλης ἀρχῆς ἀναγνωστέον, ἵν᾿ ᾗ, οἱ δὲ Ἕλληνες, καίτοι λυπούμενοι διὰ τὴν ἀναβολὴν τῆς ἐπὶ τὸν οἶκον ἀνακομιδῆς, ἡδὺ ἐγέλασαν ἐπὶ τῇ ὄψει τοῦ Θερσίτον. στασιάζον πλῆθος πληγαῖς ἢ γέλωτι παύεται, οἷς ἀμφοῖν ἐχρήσατο ὁ ποιητής. 271. ὧδε] κατὰ Ἀρίσταρχον οὐδέποτε τοπικῶς, ἀλλ᾿ ἀντὶ τοῦ οὕτως τάσσει· “ὧδε δέ τις εἴπεσκεν ἰδών.” ἐπὶ δὲ τοῦ “Ἥφαιστε πρόμολ᾿ ὧδε” (ΙΙ. 18, 392) οὕτως ἀκούει, πρόελθε οὕτως ὡς ἔχεις, ἐκ προχείρου. 272. ἦ] τὸν ἦ περισπαστέον· παραλλήλως γὰρ κεῖται τῷ δή, βεβαιωτικὸς ὢν, ὁμοίως τῷ “ἦ δὴ λοίγια ἔργα” (ΙΙ. 1, 573). 275. ἔσχ᾿ ἀγοράων] κολάζεται ὁ μὲν εὐφυὴς νουθεσίᾳ, ὁ δὲ ἄκοσ- μος βασάνοις καὶ εἰσφοραῖς, ὁ δὲ λελωβημένος βραχείᾳ πληγῇ καὶ μεθ᾿ ὅρκων ἀπειλῇ. 276. *ὅτι τὸ μὲν πάλιν, εἰς τοὐπίσω, τὸ δὲ αὖτις χρονικὸν ἐξ ὑστέρου.