Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.167
Not analysed yet
278. ὡς φάσαν ἡ πληθύς· ἀνὰ δ᾿ ὁ πτολίπορθος Ὀδυσσεύς] πρὸς τὸ σχῆμα, ὅτι πρὸς τὸ νοητὸν ἀνὰ δ᾿ ἔστη· τὸ γὰρ ἔννοιαν ἔχον τοῦ πλήθους ὄνομα πρὸς τὸ πληθυντικὸν ἐπισυνέζευξε τὸ φάσαν· ᾧ εἴη ἂν ὅμοιον “δερκόμενοι πᾶς δῆμος.” καὶ πρὸς τὸ πτολίπορθον, ὅτι διὰ τῆς Ὀδυσσείας δέδεικται τὰ κατὰ τὸν δούρειον ἵππον. *οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ διὰ τοῦ ε, οὐκ ὀρθῶς. ἀνὰ δ᾿ ὁ πτολίπορθος] ἀνέστη ὁ τὰς πόλεις πορθῶν, ὁ πολεμικὸς Ὀδυσσεὺς, ἵν᾿ ᾖ ὑπερβατὸν ὁ τρόπος. προκατεσκεύασε δὲ αὑτῷ ὁ ποιητὴς τὴν τῆς Ἰλίου πόρθησιν, τὴν τοῦ δουρείου ἵππου κατασκευὴν, οὗ εἰσαχθέντος ἐπορθήθη ἡ Ἴλιος, ὡς καὶ ἀλλαχόσε τῆς ποιήσεώς φησι “σῇ δ᾿ ἥλω βουλῇ πόλις Πριάμοιο ἄνατος (ΙΙ. 22, 230).