Ancient Greek
1.167 to 1.169
Scholia in Homerum, Scholia in Iliadum 1.167-5-169
Not analysed yet
368. *φθαίη ἐπευξάμενος] καυχήσεται προλαβών. 372. ὅτι θέλοντες ζήτημα ποιεῖν μεταγράφουσι τὸ ἡμιστίχιον οὕτως “καὶ βάλεν οὐδʼ ἀφάμαρτεν, ἑκὼν δʼ ἡμάρτανε φωτός·” καὶ λύουσιν ἔξωθεν προσλαμβάνοντες τὸν ἄν σύνδεσμον· καὶ βάλεν, οὐδʼ ἀφάμαρτεν ἂν, ἑκὼν δʼ ἡμάρτανεν. ἀγνοοῦσι μέντοι ὅτι Ὀμηρος τὸ βαλεῖν ἐπὶ τοῦ ἐπιτυχεῖν τίθησιν. 373. ἐΰξου] Πτολεμαῖος περισπᾷ, λέγων ἐκ τοῦ εὐξόου συνη- λεῖφθαι. οὐκ ἀναγκαῖον δέ· εἰ γὰρ ἤδη τέτριπται εὔξου ὡς ἡσύχου, δῆλον ὅτι τὸ ἐύξοος πολὺ πρότερον ἐΰξους ἐγένετο ὡς εὔνους· καὶ οὕτως τὸ εὔξου ὡς εὔνου.