Ancient Greek
1.168 to 1.177
Scholia in Homerum, Scholia in Iliadum 1.168-2-177
Not analysed yet
283. ὁ σφιν] τρία ῥητορικῆς εἴδη, συμβουλευτικὸν, ἐστιν ἐκ προτροπῆς καὶ ἀποτροπῆς, ὡς νῦν· δικανικὸν, ἐκ κατηγορίας καὶ ἀπο- λογίας, ὡς “δύο δ᾿ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς” (ΙΙ. 18, 498)· πανηγυρικὸν, ἐξ ἐγκωμίου καὶ ψόγου, ὡς “ὦ μάκαρ Ἀτρείδη” (ΙΙ. 3, 182) καὶ “οἰνοβαρὲς κυνὸς ὄμματ᾿ ἔχων” (ΙΙ. 1, 225). 284. Ἀτρείδη, νῦν γάρ σε] ὅτι αὕτη ἡ γραφὴ ἡ διὰ τοῦ γάρ μετὰ τῆς προσηγορίας, καὶ λόγον ἔχει. ἔθος δὲ αὐτῷ ἀπὸ τοῦ γάρ ἄρχε- σθαι “ὢ πόποι, γὰρ ὀΐω εὐκνήμιδας Ἀχαιούς.” 286. *ἐκτελέουσιν] πρὸς τὴν ἐναλλαγὴν τοῦ χρόνου, ὅτι ἀντὶ τοῦ ἐκτελέσουσιν. 289. ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες] ἄμφω παρέτεινε, τὸ μὲν τῷ νεαροί, τὸ δὲ τῷ χῆραι. οἱ μὲν γὰρ εὐθὺς κόρον τῆς ἀγορᾶς λαβόντες ἵενται οἴκαδε, αἱ δὲ τὸν οἶκον φυλάσσονται μὴ κεκτημέναι. κωμῳδεῖ δὲ τὸ ἀσύνετον καὶ ἀγεννὲς, ὡς οὐ διὰ τὴν ὑπερτέλειον τῶν πολεμίων, διὰ δὲ τὸ ἰδίᾳ μαλακὸν αὐτῶν θελόντων τοῦτο ποιεῖν. 291. ??ἦ] ὁμοίως τὸν ἦ περισπαστέον. *πόνος ἐστίν] πρὸς τὸν πόνον, ὅτι ἀντὶ τοῦ ἔργον· οὐδέποτε γὰρ οὕτως εἶπε τὴν ἀλγηδόνα. 292. *ἀπὸ ἧς] τῇ γενικῇ δεῖ συντάττειν. τινὲς ἀνέγνωσαν ἄπο ἧς ἀλόχοιο κατὰ ἀναστροφὴν, ἵνα σημαίνηται τὸ ἄπωθεν. ἄμεινον δὲ πείθεσθαι τῇ κατειθισμένῃ ἀναγνώσει· συντέ- τακται γὰρ τῇ γενικῇ. 293. ἀσχαλάᾳ σὺν νηῒ πολυζύγῳ] διασταλτέον· τὸ γὰρ ἐξῆς ἐστὶ, καὶ γὰρ τίς θ᾿ ἕνα μῆνα μένων σὺν νηῒ πολυζύγῳ ἀπὸ ἧς ἀλό- χοιο ἀσχαλάᾳ. γελοίως δὲ οἱ πλεῖστοι ἐπὶ τὸ ἀσχαλάᾳ διιστᾶσιν. 297. ἀσχαλάαν παρὰ νηυσί] ὅτι Ζηνόδοτος γράφει ἀσχαλάαν μίμνοντ᾿ ἐπὶ νήεσσ᾿ ,τὰ πληθυντικὰ δυῖκῶς ἐκφέρων. περιττεύει δὲ ὁ καί σύνδεσμος. 299. ἐπὶ χρόνον] ὅτι Ζηνόδοτος γράφει ἔτι χρόνον, ἀπιθάνως· ἔμ- φασις γὰρ γίνεται πολλοῦ χρόνου διὰ τοῦ ἔτι. 300. *ἐτεὸν—οὐκί] οτι διὰ τοῦ κ γραπτέον, οὐ διὰ τοῦ χ. καὶ τὸ ἢ ἐτεόν διὰ τοῦ η Ἀρίσταρχοε. ὅτι Ζηνόδοτος γράφει μάρτυρες. ὁ δ᾿ Ὅμηρος οὕτως ἐσχημάτικεν· “Ζεὺς δ᾿ ἄμμ᾿ ἐπιμάρτυρος ἔστω” (Ιl. 7, 76), οὗ τὸ πληθυντικὸν μάρτυροί ἐστε.