Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Λ.
Scholia in Homerum, Scholia in Iliadum 1.176-3
Not analysed yet
413. ψιλωτέον τὸ ἔλσαν, ὅτι Αἰολικωτέρα ἡ κλισις. τὸ δὲ ἑξῆς ἐστὶν, ἐν μέσοις αὐτοῖς συνέκλεισαν τὸν Ὀδυσσέα. ἡ διπλῆ δὲ, ὅτι Ζηνόδοτος γράφει μετὰ σφίσι πῆμα δὲ ἔλσαν. καὶ εὐτελὴς γίνεται ἡ σύνθεσις, καὶ ἠγνόηται τὸ λεγόμενον· οὐ γὰρ λέγει, ἑαυ- τοῖς πῆμα τιθέντες οἱ Τρῶες, ἀλλὰ τῷ Ὀδυσσεῖ. μετὰ σφίσι] ὀρθοτονητέον· εἰς σύνθετον γὰρ ἡ μετάληψις, καὶ κατέ- χεται ὑπὸ τῆς προθέσεως. *βραχὺ διασταλτέον ἐπὶ τὸ σφίσι.