Ancient Greek
Volume 1, EIΣ THN Γ.
Scholia in Homerum, Scholia in Iliadum 1.181-2
Not analysed yet
406. ἀπόειπε κελεύθους] Ἀρίσταρχος ἀπόεικε διὰ τοῦ κ, καὶ χω- ρὶς τοῦ σ κελεύθου. θαυμάσειε δʼ ἄν τις ἡ ἑτέρα διὰ τοῦ π πόθεν παρέδυ· οὔτε γὰρ ἐν ταῖς Ἀρισταρχείοις οὔτε ἐν ἑτέρᾳ τῶν γοῦν μετρίων ἐμφερόμενον πέφυκεν. καὶ οὐ μόνον ἐν ταῖς ἐκδόσεσιν, ἀλλὰ καὶ ἐν τοῖς συγγράμμασιν ἁπαξάπαντες οὕτως ἐκτίθενται. προσθή- σειν μοι δοκῶ καὶ τὴν Ἀριστάρχου λέξιν οὕτως ἔχουσαν “τῆς δὲ εἰς τὰς θεοὺς ὁδοῦ εἶκε καὶ παραχώρει, μὴ βαδίζουσα εἰς αὐτούς.”