Ancient Greek
1.177 to 1.179
Scholia in Homerum, Scholia in Iliadum 1.177-2-179
Not analysed yet
421. ὕπερθεν] καὶ ἐνθάδε διασταλτέον πρὸς τὸ σαφέστερον. ἀμφί- βολον δὲ καὶ τὸ ἑξῆς. ἤτοι γὰρ μετάλμενος ὀξέῖ δουρί, οἷον σὺν τῷ δόρατι ἐφαλλόμενος, ὡς ἐκεῖ “καὶ αὐτῷ φάρει ἀναίξας λάβε δίσκον” (Od. 8, 186)· ἢ καὶ ὑπερβατὸν, οὔτασεν ὀξέι δουρί, καθὸ δια- στελοῦμεν βραχὺ ἐπὶ τὸ μετάλμενος. *δουρί] γρ. χαλκῷ. γρ. ὕπερθε μετάλμενος. 422. Ἔννομον] ὅτι οὗτος ὁ Ἐννομος ὁμώνυμός ἐστι τῷ ἐν τῷ διακόσμῳ “Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Εννομος (Il. 2, 858). 423. *ἀΐξαντα] γράφεται καὶ ἀΐσσοντα.