Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Λ.
Scholia in Homerum, Scholia in Iliadum 1.180-3
Not analysed yet
424. πρότμησιν] Διονύσιος ὁ Θράξ τὴν ὀσφῦν, Φιλότιμος ἰατρὸς τὸν τράχηλον, Ἀρίσταρχος τὸ ἀπὸ τῆς ἥβης ἕως τοῦ ὀμφαλοῦ, τὸ ἦιρον· Παρμενίσκος δὲ τὸν ὀμφαλὸν, διὰ τὸ τοῦτον πρῶτον ἐκτέμ- νεσθαι γεννωμένου τοῦ βρέφους, ἢ ὅτι κατʼ αὐτὸν εἰς δύο τέμνεται ἴσα ὁ ἄνθρωπος. ὅτι ἄπαξ τὴν πρότμησιν ἀνόμασεν. ἔστι δὲ ὁ ὑπὸ τὸν ὀμφαλὸν τόπος κατὰ τὴν λαγόνα, διὰ τὸ πρῶτον ἐν αὐτῷ τέμνεσθαι τεχθέντα τὰ παιδία. τοῦτον δὲ λέγουσιν ἰατρῶν παῖδες ἦιρον. *οὕτως Ἀρίσταρχος δουρὶ κατὰ πρότμηστιν.