Ancient Greek
1.181 to 1.186
Scholia in Homerum, Scholia in Iliadum 1.181-4-186
Not analysed yet
427. *ἐκ τριῶν μερῶν τοῦ λόγου ὅλος ὁ στίχος. 430. δόλων ἆτ᾿ ]ὅτι ἐμφαίνει τὸν Ὀδυσσέα ἐξ ἱστορίας παρει- ληφὼς δόλιον καὶ ἐπὶ τούτῳ διαβεβλημένον. 431. *Ἱππασίδῃσι] γράφεται Ἱππασίδηῖν. 432. καὶ τεύχεʼ ἀπούρας] ὅτι ἀκαίρως προσέρριπται τὸ ἡμιστί- χιονʼ οὐ γὰρ ἐπιτρέπει τὰ τῆς περιστάσεως σκυλεύειν. ἔφαμεν δὲ τὴν διὰ τοῦ δε ἐπέκτασιν προπερισπᾶσθαι, εἰ ἔχοι πρὸ τέλους φύσει μακράν· διὸ σημειούμεθα τὸ “τώδε δὲ νῶι” (Il. 8, 109) παροξυνό- μενον. 437. οὕτω χροός αἱ Ἀριστάρχου· Ζηνοδότειος δέ ἐστιν ἡ χρόα. στικτέον δὲ ἐπὶ τὸ ἔργαθεν· τὸ γὰρ λεγόμενον τοιοῦτόν ἐστι, τὸ δόρυ διελθὸν τὴν πανοπλίαν ὅλον τὸν ἐπὶ ταῖς πλευραῖς χρῶτα ἐχώ- ρισεν αὐτῶν, οἷον διέσπασε τὰς σάρκας ἀπὸ τῶν ὀστῶν. οὐ μὴν εἴασεν ἡ Ἀθηνᾶ κατὰ βάθος ἐλθεῖν, ὥστε τῶν ἐντοσθιδίων ἅψασθαι. 439. γνῶ δʼ Ὀδυσεύς] αἱ Ἀριστάρχου οὕτως τέλος, καὶ σχεδὸν ἅπασαι· ἔγνω ἵτι οὐ κατὰ καίριον τέλος ἦλθεν ἡ πληγὴ, οὐκ εἰς καίριον τόπον ἐτελεύτα. Ζηνόδοτος δὲ γράφει βέλος, κακῶς· οὐ βέβληται δὲ, ἀλλʼ ἐκ χειρὸς πέπληγε· λέγει δὲ τέλος τὸ τῆς ζωῆς.