Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Λ.
Scholia in Homerum, Scholia in Iliadum 1.187-3
Not analysed yet
441. ἆ δείλʼ] ἐπεὶ μετὰ τὰς προσαγορευτικὰς ἀνάγκη στίζειν, ὡς καὶ ἡ συνήθεια μαρτυρεῖ στίζουσα μετὰ τὴν δευτέραν λέξιν, οὐκ ἔστι δὲ πλήρης, ἀλλὰ συνήλειπται, οὕτως δὲ ἡμῶν ἀναγινωσκόντων πεπονθυῖαν τὴν λέξιν βαρβαρισμὸς γίνεται, εἴτε ὀξύνοιμεν εἴτε περι- σπάσοιμεν, ἀναγκαίως ἐκ πλήρους γράφειν τὴν λέξιν, ἆ δειλέ, δεῖ, ἵνα καὶ ἡ στιγμὴ καὶ ὁ τόνος ἀναλόγως καὶ Ἑλληνικῶς ἔχῃ. οὕτως δὲ καὶ Ἀρίσταρχος ἔγραφεν ἐκ πλήρους, ὡς Δίδυμος μαρτυρεῖ· τὸ μὲν γὰρ μέτρον οὐκ ἂν δόξαι βλάπτεσθαι τοῦ στοιχείου προστεθέντος, ἐπεὶ ὅταν δέῃ ὑγιὲς αὐτὸ παριστάναι, πάλιν ἀφαιρεθήσεται, ὡς “βουκόλε ἐπεὶ οὔτε κακῷ” (Od. 20, 227) “ἢ οὐ μέμνῃ ὅτε τʼ ἐκρέμω” (Il. 15, 18). οὕτως δὲ καὶ ἐν τοῖς ἐξῆς “ἆ δειλὲ, οὐ μὲν σοί γε (452).