Ancient Greek
1.201 to 1.204
Scholia in Homerum, Scholia in Iliadum 1.201-204
Not analysed yet
349. ψεῦδος] ταῦτα παρὰ τοῖς Στωικοῖς λεκτὰ καλεῖται, τὰ πρός τὴν σημασίαν φερόμενα· ψεῦδος τὸ ἐπάγγελμα. οὐκί] ὅτι διὰ τοῦ κ καὶ οὐ διὰ τοῦ χ. 350. *διασταλτέον ἐπὶ τὸ Κρονίωνα· ἐπὶ δὲ τὸ φέροντες ὑπο- στιγμή. 353. ἀστράπτων] ὅτι ἀκαταλλήλως εἴρηται (ἔδει γὰρ κατανεῦσαι ἀστράπτοντα καὶ φαίνοντα). διασταλτέον δὲ βραχὺ εἰς τὸ ἐπιδέξι᾿· ἀσύνδετος γὰρ ὁ λόγος, λείποντος τοῦ καί, καὶ ἀστράπτων καὶ φαίνων. 355. πρίν τινα περ Τρώων] οὕτως Ἀρίσταρχος διὰ τοῦ ε καὶ τὰ ὑπομνήματα.