Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.205
Not analysed yet
356. Ἑλένης ὁρμήματα] πρὸς τοὺς χωρίζοντας· ἕφασαν γὰρ τὸν μὲν τῆς Ἰλιάδος ποιητὴν δυσανασχετοῦσαν συνιστάνειν καὶ στένουσαν διὰ τὸ βίᾳ ἀπῆχθαι ὑπὸ τοῦ Ἀλεξάνδρου, τὸν δὲ τῆς Ὀδυσσείας ἑκοῦσαν, οὐ νοοῦντες ὅτι οὐκ ἔστιν ἐπʼ αὐτῆς ὁ λόγος, ἀλλʼ ἔξωθεν πρόθεσιν τὴν περί δεῖ λαβεῖν, ἵνʼ ᾗ περὶ Ἑλένης. καὶ ἔστιν ὁ λόγος. τιμωρίαν λαβεῖν ἀνθʼ ὧν ἐστενάξαμεν καὶ ἐμεριμνήσαμεν περὶ Ἑλένης· παραλειπτικὸς γὰρ προθέσεών ἐστιν ὁ ποιητής. ὁρμήματα] μεριμνήματα, ὡς αὐτῆς ἀκουσίως παρὰ τοῖς πολεμίοις οὔσης, ἵνα ἀξιόχρεως ᾖ βοηθεῖσθαι.