Ancient Greek
1.206 to 1.208
Scholia in Homerum, Scholia in Iliadum 1.206-208
Not analysed yet
359. πρόσθʼ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ] εὐθὺς πρὸ πάντων ἐκεῖνος ἐπὶ θάνατον ἔλθῃ καὶ ἀναπληρώσῃ τὴν εἱμαρμένην. 360. ἀλλὰ ἄναξ] ἀποστρέφει τὸν λόγον ἀπὸ τῶν Ἑλλήνων πρὸς τὸν Ἀγαμέμνονα, καὶ καλεῖται τὸ σχῆμα ἀποστροφή. 362. ἐζήτηται διὰ τί ταύτην τὴν τάξιν πρὸ πολλοῦ μὴ ὑπετίθετο ὁ Νέστωρ. ἤτοι ὅτι πάλαι μὲν Ἀχιλλεὺς φίλος ὢν τῶν Ἑλλήνων ἤρκει πρὸς τὸ συνέχειν τοὺς βαρβάρους, καὶ καλῶς ἐκείνῳ θαρρῶν οὐκ ἐποίει τοῦτο· νῦν δὲ αὐτοῦ μηνίοντος εἰκότως ἀσφαλεστέραν διάταξιν εἰσάγει.