Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.209
Not analysed yet
368. ἦ] Πτολεμαῖος περισπᾷ τὸν η, διαπορητικὸν ἐκδεχόμενος· εἰσὶ δὲ οἳ ὀξύνουσιν, ὥσπερ καὶ οἱ περὶ τὸν Ἀλεξίωνα, ἐκδεχόμενοι παραδιαζευκτικὸν τὸν ἤ. ἐζήτηται διὰ τί Ὀδυσσέως κατασχόντος διὰ λόγων τοὺς ὄχλους, καὶ τοιοῦτον πρᾶγμα συνετὸν καὶ σπουδαῖον ποιήσαντος, ὁ βασιλεὺς νῦν δύναμιν ἐν τῷ λέγειν Νέστορι προσμαρτυρεῖ· ἤτοι ὅτι ὡς δυνα- μικωτέρῳ· προκατειλημμένων γὰρ τῶν ἐπιχειρημάτων Ἀθηνᾷ τε καὶ Ὀδυσσεῖ ὅμως εὐπόρησε λόγων· ἢ ὅτι ὁ μὲν μόνον ὠνείδισε, Νέστωρ δὲ σὺν τῇ διατάξει καὶ συμβουλίᾳ καὶ τὰς ἀστραπὰς εἶπεν· βεβαιό- τερον γὰρ νίκης φῶς.