Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.211
Not analysed yet
340. ἀπηνέος] Σέλευκος ἐν τῇ πολυστίχῳ γράφει ἀναιδέος· εὐεπί- φορον γὰρ εἶναι τὸν Ἀχιλλέα εἰς τὸ ἀναιδῆ καλεῖν τὸν Ἀγαμέμνονα· “αἰὲν ἀναιδείην ἐπιειμένε, κερδαλεόφρον” (149). ἀπηνῆ δὲ καλεῖ τὸν Ἀγαμέμνονα διὰ τὰ εἰς αὐτὸν πεπραγμένα. διασταλτέον δὲ μετὰ τὸ ἀπηνέος. ἡ διπλῆ δὲ, ὅτι τὸ ἄρθρον μετάκειται. ἔδει δὲ καὶ παρὰ τοῦ ἀπηνέος βασιλῆος. καὶ ἄνω (11) κατὰ τὸ “οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα.”