Ancient Greek
1.210 to 1.215
Scholia in Homerum, Scholia in Iliadum 1.210-215
Not analysed yet
371. αἰ γάρ] ἐντεῦθέν τινες νομίζουσιν Ἀθηναῖον γεγονέναι τὸν ποιητήν· τὸ γὰρ Ἀθηναίη Ἀττικὸν καὶ ἴδιον εἶναι τὸν ὅρκον φασὶ τῶν Ἀθηναίων. 373. τῶ] τὸ τῶ πολλὰ σημαίνει. ἐπὶ μὲν τοῦ τοιούτου περι- σπᾶται καὶ τὸ ῑ οὐκ ἔχει. *ἠμύσειε] ἀπὸ τῶν ὀφθαλμῶν ἡ μεταφορὰ, οἳ σὺν τῷ μύειν τοῦ φωτὸς στερίσκονται. 377. *μαχεσσάμεθ᾿] διὰ τοῦ η αἱ Ἀριστάρχου. καὶ ἔστιν ὅμοιον τῷ “μαχήσονται περὶ σεῖο (ll. 3, 137). 380. οὐδʼ ἠβαιόν] οἱ μὲν τὸ πλῆρές φασι βαιόν, οἱ δὲ ἠβαιόν. ἔστι δὲ εἰπεῖν ὅτι παρὰ μὲν τῷ ποιητῇ ἀπὸ τοῦ η ποιεῖ τὴν ἀρχὴν ἀεί “ἐλθόντες δʼ βαιόν” (Od. 9, 462), παρὰ μέντοι τοῖς νεωτέροις δισσὴ ἡ χρῆσις· “βαιὸν ὑπὲρ ποταμοῦ (Aratus 358). καὶ Καλλίμαχος δὲ (fr. 540) “ἠβαιὴν οὔτι κατὰ πρόασιν.” 381. ὅτι δεῖπνον τὸ ἑωθινὸν ἄριστον, ὃ διʼ ἀνάγκην πρὸ τοῦ δέοντος ποιοῦνται· δόρπον δὲ τὸ ἑσπερινὸν, δόροπόν τι ὂν, τὸ μετὰ τὴν παῦσιν τῶν δοράτων διδόμενον. τὸ δὲ δεῖπνον ἔσθʼ ὅτε πᾶσαν τροφήν. Αἰσχύλος δὲ (fr. 181) κακῶς· “ἄριστα δεῖπνα δόρπα θʼ αἱρεπισθαι.” 382. εὖ μέν τις δόρυ] δύο συνέπλεξε σχήματα, ὁμοιοτέλευτον καὶ ἐπαναφορὰν, ἐπανιὼν μὲν εἰς τὴν αὐτὴν λέξιν, καταλήγων δὲ εἰς τὸ ὁμοιοτελὲς τῶν ῥημάτων. πανημέριοι] ὅτι προεληλυθυίας λέγει τῆς ἡμέρας ἤδη τὸ πανημέ- ριοι ἐπὶ τοῦ ἀπολείποντος αὐτῆς μέρους, καὶ οὐ πάντως τὸ ἀπʼ ἀνα- τολῆς μέχρι δύσεως λέγει πρόπαν ἦμαρ.