Ancient Greek
1.222 to 1.225
Scholia in Homerum, Scholia in Iliadum 1.222-225
Not analysed yet
759. ἕκηλοι] δασυντέον· παρὰ γὰρ τὸ εἴκων ἐγένετο, ὅπερ ἐστὶ σημαντικὸν τοῦ ὑποχωρῶν καὶ ἡσυχάζων· ὁ δὲ ὑποχωρῶν καὶ ἡσυχάζει. ἄλλως τε τὸ ε πρὸ τοῦ κ δασύνεται, μὴ ὂν ἐκ κλίσεως ἢ προθέσεως ἢ μεμελετηκὸς ἀφαιρεῖσθαι, οἷον ἑκάς ἑκάτη. οὕτως ἄρα καὶ ἕκηλος. μάχεται τὸ ἐκεχειρία, ὅπερ οὐκ ἔχει γνήσιον τὸ κ, ἀπὸ τοῦ ἔχειν γενόμενον. 763. *πεπληγυῖα] ὅτι ἀντὶ τοῦ πλήσσουσα τῷ παθητικῷ. 764. *ὅτι ἔνιοι γράφουσι τὴν δʼ αὖτε προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε. 770. ἠεροειδὲς] ἀναπεπταμένου τοῦ μεταξὺ ἀέρος καὶ μηδενὸς ἐμποδίζοντος. ἢ ἀερῶδες, σκοτεινόν.