Ancient Greek
1.22 to 1.28
Scholia in Homerum, Scholia in Iliadum 1.22-28
Not analysed yet
36. Τρώων ἀγερώχων] ἡ διπλῆ, ὅτι ἀγερώχους τοὺς Τρῶας, οὐ μόνον τοὺς Ῥοδίους, ὥς τινες ᾠήθησαν, διὰ τὸ ἀγείρειν τὴν ἀχὴν, τουτέστι τὴν τροφήν· ὁ γὰρ Ὅμηρος ἀγερώχους τοὺς ἄγαν γεραω- χοὺς καὶ σεμνοὺς λέγει. 39. Δύσπαρι] ἐπὶ κακῷ ὠνομασμένε Πάρι, κακὲ Πάρι. καὶ Ἀλκμάν φησιν “Δύσπαρις, Αἰνόπαρις, κακὸν Ἑλλάδι βωτιανείρῃ.” 40. ἄγονός τʼ ἔμεναι] Διονύσιός φησιν ὁ σκυτοβραχίων Δάρδανον ἀπὸ Ἑλένης καὶ Πάριδος γενέσθαι. 41. *στικτέον ἐπὶ τὸ βουλοίμην, τὰ δὲ ἐξῆς συναπτέον ἕως τοῦ ἄλλων. 43. ἦ] περισπαστέον τὸν ἤ· βεβαιωτικὸς γάρ ἐστι, καὶ ἰσοδυναμεῖ τῷ δῇ. 44. φάντες ἀριστῆα] πότε ὑπέλαβον αὐτὸν ἀριστέα εἶναι; δῆλον ὅτι ὁπότε πάλλων τὰ δόρατα Ἀργείων προκαλίζετο πάντας ἀρίστους. πρόμον] ἡ διπλῆ, ὅτι κατὰ συγκοπὴν τὸν πρόμαχον εἴρηκεν, οὐχ ὡς οἱ γλωσσογράφοι τὸν βασιλέα. 45. εἶδος ἔνʼ] μετὰ τὸ εἶδος ἔπʼ ἐὰν ὑποστίξῃς, ὃ καὶ ἄμεινον, ἀπὸ κοινοῦ τὸ φάντες ὅτι καλὸς μέν ἐστι, δειλὸς δέ. οὐκ ἔστι βίη φρεσίν] βίη δύναμις, φρεσί δὲ τῇ διανοίᾳ. τουτ- έστιν οὐκ εἶ ἔμψυχος, οὐδὲ τὴν τυχοῦσαν ἔχεις δύναμιν.