Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.216
Not analysed yet
385. Ἄρηι] τούτῳ τῷ ὀνόματι τετραχῶς κέχρηται ὁ ποιητής. ἐπὶ μὲν τοῦ πολέμου, ὡς ἐνταῦθα. ἐπὶ δὲ τοῦ σιδήρου “αἵματος ἄσαι Ἄρηα, ταλαύρινον πολεμιστήν” (Il. 5, 289) καὶ “ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης” (Il. 13, 444). ἐπὶ δὲ αὐτοῦ τοῦ θεοῦ οὕτως “καὶ δʼ αὖθʼ ἡ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρηα (Il. 21, 421) καὶ πάλιν “ἐς δὲ Τρῶας Ἄρης κορυθαίολος” (Il. 20, 38). ἐπὶ δὲ τῆς πληγῆς “ἔνθα μάλιστα γίνετʼ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βρο- τοῖσιν” (II. 13, 568).