Ancient Greek
Volume 1, EIΣ THN Γ.
Scholia in Homerum, Scholia in Iliadum 1.29-3
Not analysed yet
46. ἢ τοιόσδε ἐών] τινὲς κατὰ πεῦσιν καὶ θαυμασμόν· τοιοῦτος ὢν δειλὸς, συναγαγὼν πλῆθος, διελθὼν πέλαγος, γυναῖκα ἀνδρὸς πολεμικοῦ ἤγαγες, τῷ πατρὶ καὶ τοῖς ἄλλοις κακὸν μέγα; εἶτα ἀπὸ ἄλλης ἀρχῆς, οὐκ ἂν δὴ μείνειας Μενέλαον, ἠθικῶς μετὰ πεύσεως ἢ διαβεβαιωτικῶς. τινὲς δὲ τὸ πᾶν οὕτως· τὸν ἢ ἀντὶ τοῦ εἴ· εἰ τοιοῦτος ὢν ἐπηγάγου πλῆθος καὶ ἀπὸ ξένης γῆς γυναῖκα ἀνδρὸς πολεμικοῦ ἤγαγες, οὐκ ἂν ὑπομείνειας τὸν ταύτης ἄνδρα. ὃ καὶ προκρίνει Νικάνωρ ὡς μᾶλλον τὴν δικαιολογίαν ἔχον. ἐνταῦθα δὲ ἐγκλίνεται ὁ σύνδεσμος, ὁμοίως τῷ “ἢ καὶ Λαέρτῃ αὐτὴν ὁδὸν ἄγγελος ἔλθω” (Od. 16, 138)· καί μοι δοκεῖ ἰσοδυνα- μεῖν τῷ εἴ. λέγω δὲ τὸ τοιοῦτον· εἰ ᾔδεις σάφα οἵη περίφρων Πενελόπεια.