Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Θ.
Scholia in Homerum, Scholia in Iliadum 1.225-2
Not analysed yet
560. ὅτι τῷ ὡς ὁμοιωματικῷ ὄντι ἀκαταλλήλως ἀποδίδοται τὸ τόσσα, ποσότητος ὃν δηλωτικόν· διὸ καί τινες γράφουσιν “ὡς τὰ μεσηγὺ νεῶν.” τὸ μὲν οὖν παραβολικὸν τὸ τῆς ἀντεικασίας ἔχει, τὸ δʼ ἀνταποδιδόμενον τὸ τοῦ πλήθους παρεμφαίνει. καὶ ὅτι οὐ προ- συστήσας τὸν Σκάμανδρον Ξάνθον καλεῖ, ἀλλὰ διὰ τῶν ἐξῆς “ὃν Ξάνθον καλέουσι θεοὶ, ἄνδρες δὲ Σκάμανδρον.” *γράφεται καὶ τοῖα μεσηγύ, καὶ ὡς τὰ μεσηγύ.