Ancient Greek
1.225 to 1.237
Scholia in Homerum, Scholia in Iliadum 1.225-4-237
Not analysed yet
510. νῆας ἔπι γλαφυράς] τὸ ἡμιστίχιον δύναται καὶ τοῖς ἡγου- μένοις καὶ τοῖς ἑπομένοις συντάττεσθαι, διαστολῇ μόνον χωριζό- μενον ἀπὸ τῶν ἑτέρων οἷς μὴ προσδίδοται. πεφοβημένος] εἰς φυγὴν τραπεὶς, διωκόμενος, τουτέστι μετὰ φυγῆς παραγεγενημένος. 513. *ἐπεβήσετο] οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ ἐπεβήσατο. 515. οὐδʼ ἀλαὸς σκοπιήν] ὅτι Ζηνόδοτος γράφει ἀλαὸν σκοπιήν. παροιμιακὸν δέ ἐστιν, οὐ τυφλὸς ἐς σκοπιὰς, ἀλλὰ τοὐναντίον δε- δορκώς· καὶ ὁ ποιητὴς οὐδέποτε εἴρηκε σκοπιὴν τοὺς ὀφθαλμούς. συναπτέον δὲ τὸ διστίχιον μέχρι τοῦ ἕπου σαν. 520. ὅτι Ζηνόδοτος τὸ ἐναλλὰξ τῷ τόπῳ τούτῳ τίθησιν “ὁ δ᾿ ἐξ ὕπνου ἀνορούσας ᾤμωξέν τʼ ἄρʼ ἔπειτα, ὡς ἴδε χῶρον ἐρῆμον ἄνδρας τʼ ἀσπαίροντας.” πρῶτα δὲ ἰδόντα ἔδει κλαίειν. 522. ᾤμωξέν τʼ ἄρʼ ἔπειτα φίλον τʼ ὀνόμηνεν ἑταῖρον] ἐμφατικῶς οὐ μόνον ᾤμωξεν, ἀλλὰ καὶ φίλον καὶ ἑταῖρον ὠνόμασεν. 526. σκοπὸν] κατάσκοπον. πῶς δέ φησι δεκατέσσαρος φονεύ- σαντες τρισκαιδέκατον λέγει Δόλωνα, ῥητέον οὖν ὡς ὅτι Ὅμηρος ἀεὶ τοὺς βασιλεῖς τῶν στρατιωτῶν χωρίζει κατʼ ἐξοχήν. ἔθει οὖν κεχώρισται κατὰ τὸν ἀριθμὸν ὁρίσας, ὡς ἐπὶ τοῦ “Ζεὺς δʼ ἐπεὶ οὖν Τγῶας τε καὶ Ἕκτορα” (Il. 13, 1). 528. *ἐχὶ τὸ θορών διασταλτέον· σαφέστερον γάρ. ἔναρα] ὅτι περιεκτικῶς καὶ τὰ τόξα καὶ τὸ δόρυ ἔναρα εἴρηκε σὺν τοῖς ἄλλοις· κυρίως δὲ ἔναρα λέγεται οἷς ἐνάρηρε τὰ σώματα καὶ ἐνήρμοσται, θώραξ καὶ κυνέα καὶ κνημῖδες. 529. *τίθει] ἐν ἄλλῳ Ὀδυσῆι δίδου. 530. *ἵππους] ἐν ἄλλῳ μάστιξεν δʼ Ὀδυσεύς. 532. Νέστωρ δὲ πρῶτος] πρῶτος ὁ Νέστωρ κτύπον ἄῖε, ὅτι αὐτὸς γνώμην δοὺς εἰς τὸ ἐκπεμφθῆναι τοὺς ἄνδρας ὑπὲρ αὐτῶν ἀγω- νιᾷ, μόνον οὐχὶ καὶ τὴν ψυχὴν ἔχων συναποδημοῦσαν. 534. *τὸ εἰπεῖν τὴν ἄφιξιν Ὀδυσσέως καὶ Διομήδους. 538. *κατὰ φρένα] Ἀρίσταρχος δείδοικα μετὰ φρεσίν. 539. *Ἀρίσταρχος Ἀργείων ὤριστοι, καὶ ἄνευ τοῦ ι.