Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ι.
Scholia in Homerum, Scholia in Iliadum 1.260-2
Not analysed yet
516. ἐπιζαφελῶς] ὡς χαλεπῶς. παρέλκει δὲ πάλιν ἡ ἐπί. ἐχρῆν δὲ, εἰ παρὰ τὸ ζάφελος γέγονε, καὶ ζαφέλως ἡμᾶς ἀνεγνωκέναι βαρντόνως, ἢ καὶ ἐκεῖνο κατʼ ὀξὺν προφέρεσθαι τόνον. ἀλλὰ μήποτε τὸ μὲν ζάφελος προπαροξύνεται λόγῳ τούτῳ, ὡς τὰ εἰς ος λήγοντα συγκείμενα παρὰ τὸ ζα προπαροξύνεται, ζάθεος ζάκοτος· οὕτως ζάφελος. τὸ δὲ ζαφελῶς περισπᾶται, ἐπεὶ τὰ διὰ τοῦ λῶς ἐπιρρή- ματα, παραληγόμενα τῷ ε, ὡς ἐπὶ τὸ πλεῖστον φιλεὶ περισπᾶσθαι, ἐντελῶς ἐπιμελῶς, οἷς καὶ τὸ ζαφελῶς συνεξέδραμε. πρόσκειται ὡς ἐπὶ τὸ πλεῖστον διὰ τὸ εὐτραπέλως ἰκέλως. *ἐπιζαφελῶς] περισπωμένως· τὸ δὲ ζάφελος ὄνομα βαρύνεται.