Ancient Greek
1.288 to 1.290
Scholia in Homerum, Scholia in Iliadum 1.288-290
Not analysed yet
498. εὐρύοπα] ἤτοι μεγαλόφθαλμον, παρὰ τοὺς ὦπας, ἢ μεγαλό- φωνον, παρὰ τὴν ὄπα, ὅ ἐστι τὴν φωνήν. ψιλῶς μεγαλόφωνον, ὡς τὸ ἐριβρεμέτης. ἢ μεγαλόφθαλμον, διὰ τό προνοητικόν. 499. *πολυδειράδος Οὐλύμποιο] παροιμία “τρὶς δὲ τριηκόσιαι κορυφαὶ νιφόεντος Ὀλύμπου.” *πολυδειράδος Οὐλύμποιο] ὅτι καὶ ἀρσενικῶς τὸ πολυδειράδος, ὡς ἐνταῦθα. 504. ἢ ἔπει ἢ ἔργῳ] ὅτι εἰ μὴ προϊστορήσαμεν τὰ περὶ τῶν δεσμῶν, ἐφ᾿ ὧν ἡ Θέτις ἐβοήθησεν αὐτῷ, ἐζητοῦμεν ἂν τί αὐτὸν ὤνησεν.