Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.291
Not analysed yet
508. μητίετα] βουλευτικώτατε. ἐχρῆν αὐτὸ παροξύνειν, εἴγε τὰ εἰς της λήγοντα βαρύτονα βραχείᾳ παραληγόμενα ἀπρόσληπτα τοῦ σ ἐπὶ γενικῆς καὶ ἐπὶ κλητικῆς παροξύνεται, οἰκέτα φυλέτα εὐνέτα. παραλόγως ἄρα ἡ εὐρύοπα δέσποτα καὶ τὸ μητίετα. ἔστι δὲ εἰπεῖν ὅτι ἀπὸ τοῦ μητῖτα κατὰ πλεονασμὸν τοῦ ε καὶ συστολῇ τοῦ ι, ἀπὸ εὐθείας τῆς μητίτης, κλητικὴ γέγονε μητίετα· καὶ ὁ τόνος ἐπὶ τοῦ αὐτοῦ τόπου ἔμεινε μετὰ τὸν πλεονασμόν. οὕτως Ὦρος καὶ Ἀπολ- λώνιος ἐν τῷ περὶ παρωνύμων, καὶ ἀπὸ τοῦ μητῖτά φησι τὸ μη- τίετα.