Ancient Greek
Volume 1, EIΣ THN Γ.
Scholia in Homerum, Scholia in Iliadum 1.30-2
Not analysed yet
47. ἐπιπλώσας] ὁ Ἀπολλώνιος σχηματίζει τὸ ἐπιπλώσας οὕτως· πλέω καὶ ἐπιπλώω, οὗ ἀόριστος ἐπέπλωσα, μετοχὴ ἐπιπλώσας, εἶτα ἀποκοπὴ ἐπιπλώς. καὶ τὸ ἐπέπλως δὲ ῥῆμα “τοὔνεκα γὰρ καὶ πόντον ἐπέπλως” (Od. 3, 15) ὁμοίως ἐκ τοῦ ἐπέπλωσας ἀποκοπή. ὅτι γὰρ τὸ ἐπέπλως οὐκ ἔστιν ἀπὸ θέματος τοῦ πλῶμι δῆλον ἐκ τοῦ μηδὲν εἶναι ὡς ἀπὸ τῶν εἰς μι κίνημα, οὐκ ἀπαρέμφατον ἐπιπλῶναι, οὐκ εὐκτικὸν ἐπιπλοίην, οὐ προστακτικὸν ἐπίπλοθι, οὐκ ἄλλο οὐδέν. ἔδει δὲ καὶ τὴν μετοχὴν εἶναι ἐπιπλούς ὡς βιούς καὶ γνούς. ὅτι γὰρ οὐ Δωρικῶς ἐτράπη εἰς τὸ ω ὡς βοῦς βῶς, δῆλον ἐκ τοῦ μὴ προκεῖσθαι αὐτοῦ ἐν χρήσει τὸ κοινόν.