Ancient Greek
1.31 to 1.35
Scholia in Homerum, Scholia in Iliadum 1.31-2-35
Not analysed yet
48. ἀνῆγες] ἡ διπλῆ, ὅτι ἀναγωγὴν λέγει τὸν ἐκ Πελοποννήσου εἰς Τροίαν πλοῦν· ἔστι γὰρ ὑψηλότερα τὰ πρὸς ἄρκτους. 49. ἐξ ἀπίης γαίης] ὅτι ἀπίαν τὴν πολὺ ἀφεστῶσαν, οὐχ ὡς οἱ νεώτεροι τὴν Πελοπόννησον. 51. κατηφείην] οὕτως κατηφείην σὺν τῷ ὡμολόγουν αἱ Ἄρι- στάρχου καὶ ἡ Ἀριστοφάνους καὶ ἡ Σωσιγένους καὶ ἡ Ἀργολικὴ, καὶ σχεδὸν ἐν ταῖς χαριεστάταις οὕτως εἶχεν. ἡ δὲ Ζηνοδότου χωρὶς τοῦ κατηφείη. 54. ὅτι τινὲς μὴ εὑρίσκοντες κατὰ τὴν ποίησιν τὸν Ἀλέξανδρον κιθαρίζοντα μετέγραψαν κίδαρις· τοῦτο δὲ πίλου γένος εἶναι λέγουσιν. πολλὰ δέ ἐστιν ἅπαξ λεγόμενα παρὰ τῷ ποιητῇ. 56. δειδήμονες] ὅτι Ζηνόδοτος γράφει ἐλεήμονες. οὐκ ἐλεοῦσι δὲ αὐτὸν, ἀλλὰ μισοῦσιν· “οὐ μὲν γὰρ φιλότητί γʼ ἐκεύθανον· ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο (453). διὰ δὲ τὸν Πρίαμον καὶ τὸν Ἕκτορα εὐλαβοῦνται αὐτῷ ἀντιπράσσειν.