Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.315-2
Not analysed yet
629. ὅς ποτε] ὃς εἰς τὸ Δουλίχιόν ποτε ἀπῳκίσθη διὰ τὸ κατα- μαρτυρῆσαι τοῦ πατρὸς Αὐγείου πρὸς Ἡρακλέα περὶ τοῦ μισθοῦ, ὃν ὑπέσχετο παρέξειν τῷ Ἡρακλεῖ ὁ Αὐγείας, εἰ καθαίροι αὐτοῦ τὰς ἐπαύλεις μεστὰς οὔσας τῆς κόπρου τῶν βοῶν. ἡ ἱστορία καὶ παρὰ Καλλιμάχῳ. πρὸς τὴν ἀμφιβολίαν, πότερον ὁ Μέγης ἀπῴκησεν ἡ ὁ Φυλεὺς, ὃ καὶ Ὁμηρικώτερον· Ὅμηρος γὰρ ἀεὶ πρὸς τὸ δεύτερον πρότερον ἀπαντᾷ.