Ancient Greek
Volume 1, EIΣ THN Γ.
Scholia in Homerum, Scholia in Iliadum 1.36-2
Not analysed yet
57. ἔσσο διὰ τῶν δύο εἶχον αἱ Ἀριστάρχου· καὶ οὐ μόνον ἐν τοῖς ὑπομνήμασιν εἶχον οὕτως, ἀλλὰ καὶ ἐν ἐνίοις λόγος ὑπέκειτο, ὅτι ἀνάλογον ἦν τῷ “ἕσσω μιν χλαῖνάν τε” (Od. 16, 79) καὶ ἕσσας (Od. 14, 396). καὶ ἡ Ζηνοδότου δὲ οὕτως εἶχε καὶ ἡ Ἀριστοφά- νους. ἐπὶ τὸ ἕνεκα βραχὺ διασταλτέον· ἀνέστραπται γὰρ ὁ λόγος. Σέλευκος δὲ ἀξιοῖ στίζειν, ἵνα γένηται θαυμαστικὸν, ὅσσα ἔοργας, καθʼ ἑαυτὸ λεγόμενον· ὅπερ οὐ πάνυ τι δοκεῖ μοι.