Ancient Greek
1.316 to 1.323
Scholia in Homerum, Scholia in Iliadum 1.316-2-323
Not analysed yet
634. ἡδʼ οἱ Σάμον] ὅτι Ζηνόδοτος γράφει ἡδʼ οἱ Σάμην, καὶ ἄμε- τρον ποιῶν, καὶ ἀγνοῶν ὅτι κατὰ τὸ ἀρσενικὸν ἐνίοτε ἐκφέρεται τὰ εἰς η λήγοντα· “μεσσηγὺς Τενέδοιο Σάμοιό τε” (Od. 4, 845)· οὐ γὰρ εἶπε Σάμης τε. φρούριον δὲ τῆς Κεφαλληνίας μέχρι νῦν Σάμος, ὅπερ φασὶ Ῥωμαῖοι Κάστρον. 637. μιλτοπάρῃον] ὅτι ἤδη ἡ ἐκ χρωμάτων μίξις ἦν ἐπιπολάσασα πρὸς τὴν ζωγραφικήν. ἐξηλλαγμέναι δὲ αἱ Ὀδυσσέως νῆες, ὅπως, εἰ καὶ ὀλίγαι, ἀλλʼ οὖν διὰ τῆς χρίσεως ἐπίσημοι εἶεν, καὶ ὅτε δέοι πλεῖν, μὴ σκορπίζοιντο. ἀμέλει καὶ μέσας αὐτὰς πρὸς κόσμον τῶν ἄλλων ἔταξαν, καὶ τὴν ἀγορὴν ἐκεῖσε ἐποίησαν (Il. 11, 805). 641. ὅτι Ζηνόδοτος τοῦτον καὶ τὸν ἑξῆς ἠθέτηκεν, ἴσως ὑποπτεύ- σας τὸν Μελέαγρον κεχωρίσθαι τῶν Οἰνέως παίδων. εἴρηται δὲ ἐξ ὀνόματος κατʼ ἐξοχὴν, καθάπερ ἐπὶ τοῦ “Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα” (Il. 13, I)· καὶ γὰρ ὁ Ἕκτωρ Τρὼς ἦν. 642. ἐὰν στίζωμεν ἐπὶ τὸ ἔην, ἔσται τό αὐτός ἐπὶ τοῦ Οἰνέως· ἐὰν δὲ βραχὺ διαστέλλωμεν, ὅλος ὁ στίχος ἐπὶ τοῦ Μελεάγρου, καὶ τὸ ἐξῆς, οὐδʼ ἄρʼ ἔτʼ αὐτὸς ἔην ξανθὸς Μελέαγρος, θάνε δέ. 644. *τῷ] ἐπὶ τοῦ Θόαντος, ἵν᾿ ᾖ τούτῳ. 648. Φαιστόν] ὡς πιστόν ὀξυτόνως· βαρυνόμενον γὰρ ἐπὶ τοῦ ἥρωος τίθεται “Ἰδομενεὺς δʼ ἄρα Φαῖστον” (Il. 5, 43). 30 Ῥύτιον] προπαροξυτόνως ὡς στάδιον. οὐκ εὗ δὲ Τυραννίων παρ- οξύνει αὐτὸ ὡς πεδίον· οὔτε γὰρ ὑποκοριστικὸν, οὔτε, εἰ ἦν ὑποκο- ριστικὸν, παρωξύνετο, καθότι τρίβραχν. τοῦτο δὲ εἴπομεν καὶ ἐπὶ τοῦ Θρόνιον. 649. πρὸς τοὺς χωρίζοντας, ὅτι νῦν μὲν ἑκατόμπολιν τὴν Κρήτην, ἐν Ὀδυσσείῳ δὲ ἐνενηκοντάπολιν. ἤτοι οὖν ἑκατόμπολιν ἀντὶ τοῦ πολύπολιν· ἢ ἐπὶ τὸν σύνεγγυς καὶ ἀπαρτίζοντα ἀριθμὸν κατενή- νεκται νῦν, ἐν Ὀδυσσειᾳ δὲ τὸ ἀκριβὲς ἐξενήνοχεν, ὡς παρὰ Σοφο- κλεῖ. τινὲς δέ φασι Πυλαιμένη τὸν Λακεδαιμόνιον δεκάπολιν κτίσαι. 655. τρίχα] τὸ τρίχα βαρύνεται, ὅτι τὰ εἰς ως λήγοντα ἐπιρρή- ματα, εἰ ἔχοι παρακείμενα εἰς λήγοντα, μὴ συνεμπίπτοντα ὀνό- μασι, πάντως βαρυνόμενα ἔχει, οἷον σαφῶς σάφα· ὅθεν εἰ τριχῶς, τρίχα.