Ancient Greek
1.324 to 1.325
Scholia in Homerum, Scholia in Iliadum 1.324-325
Not analysed yet
658. ὅτι Ζηνόδοτος γράφει Ἡρακλείῃ, καὶ ἄμετρον ποιῶν καὶ οὐχ Ὁμηρικὸν τὸ σχῆμα· ἀπὸ γὰρ τοῦ Ἡρακλῆος Ἡρακληείη ἐκ- πίπτει. 659. ὅτι ἡ Ἔφυρα αὕτη ἑτέρα ἐστὶ τῆς Κορίνθου, τῆς Θεσπρω- τίας οὖσα· καὶ ὅτι σὺν τῷ σ Σελλήεντα τὸν ποταμὸν λέγει, ἀφ᾿ οὗ τὸ παροικοῦν ἔθνος Σελλοὺς καλεῖ. οἱ δὲ νεώτεροι Ἑλλοὺς λέγουσι πλανηθέντες.