Ancient Greek
1.320 to 1.325
Scholia in Homerum, Scholia in Iliadum 1.320-325
Not analysed yet
556. ἀργυρόπεζα] κόσμον περὶ τὰς ὤας ἔχουσα, ἢ διὰ τοὺς αἰγιαλούς. 558. διασταλτέον ἐπὶ τὸ ἐτήτυμον, ἵν᾿ ᾖ ἀληθὲς κατανενευκέναι. 560. *τὴν δ᾿ ἀπαμειβόμενος] γράφεται τὴν δὲ μέγ᾿ ὀχθήσας. 564. εἰ δ᾿ οὕτω τοῦτ᾿ ἐστί] εἰ δὲ τοῦτο οὕτως ἔχον ἐστὶν, ἔοικε κἀμοὶ προσφιλὲς εἶναι. λέγει δὲ προϋποσχέσθαι τὴν Ἀχιλλέως τιμήν. *μέλλει] ὅτι τὸ μέλλει οὐκ ἔστι χρονικὸν, ἀλλ᾿ ἀντὶ τοῦ ἔοικεν. 565. κάθησο] προπαροξυτόνως· τὰ γὰρ σύνθετα προστακτικὰ βραχυκατάληκτα ὡς ἐπὶ τὸ πλεῖστον ἀναπέμπει τὸν ἑαυτῶν τόνον, τὰ δὲ μακροκατάληκτα τὸν αὐτὸν τοῖς ἁπλοῖς φυλάσσει τόνον. βρα- χνκατάληκτα μὲν λέγε κατάλεγε, σπεῖρε κατάσπειρε· οὕτως οὖν καὶ ἧσο κάθησο. μακροκατάληκτα δὲ νοοῦ διανοοῦ, ποίει περιποίει. 566. εἰσ᾿ ]ἀπὸ τοῦ εἰμί τοῦ σημαίνοντος τὸ ὑπάρχω πρῶτον πρόσωπον ἐμέν, ὡς τίθημι τίθεμεν τίθετε, καὶ τὸ τρίτον ἐσί, καὶ κατὰ πλεονασμὸν τοῦ ι εἰσί. μαρτυρεῖ τὸ ἔασι τῇ διφθόγγῳ γραφῇ· ὥσπερ γὰρ ἐκ τοῦ τιθέασι τιθεῖ,σιν, οὕτως καὶ ἐκ τοῦ ἔασιν εἰσίν.