Ancient Greek
1.45 to 1.54
Scholia in Homerum, Scholia in Iliadum 1.45-3-54
Not analysed yet
105. *ὅτι τῆς Τρωϊκῆς Λυκίας. Λυκίηθεν] Λνκίας χώρας, ἧς ἐβασίλευε Σαρπηδών. ἔστι δὲ καὶ ἑτέρα τῆς Τρωάδος πόλις, ἧς ἐβασίλευε Πάνδαρος. 107. *ἐπὶ τὸ ἀναχωρήσας βραχὺ διασταλτέον. 112. *ἐπὶ τὸ στάς βραχὺ διασταλτέον. 113. ἀνηκόντιζε] ἐμφατικὴ ἡ μεταφορὰ τοῦ αἵματος ἀναθέοντος μετὰ βίας· ἀρτηριώδης γὰρ καὶ φλεβώδης ὁ τόπος. 116. *ταῦτα τοῖς ἑξῆς βέλτιον προσνέμειν. 118. *δός δέ τε μʼ ἄνδρα ἑλεῖν] οὕτως ἔν τισιν Ἡρωδιανός. ἡ δὲ γραφὴ, τόνδε τέ μʼ ἄνδρα. ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν] τουτέστι διὰ δόρατος ἀγωνίσασθαι, μὴ τόξοις μακρόθεν, καὶ ὑπʼ ἐμοῦ ἀναιρεθῆναι. ἢ ἐμὲ ποίησον ἐλθεῖν πρὸς ἄφεσιν δόρατος, τουτέστι δύνασθαι ἀφεῖναι δόρυ· κάμνει γὰρ ἤδη. ἢ εἰς τὴν ὁρμὴν τοῦ ἐμοῦ ἔγχους ποίησον αὐτὸν ὑπαντῆσαι. 119. *ὅς μʼ ἔβαλε φθάμενος καὶ ἐπεύχεται] ἅπτεται γὰρ τῶν μειζόνων ἡ τῶν χειρόνων μεγαλαυχία. 121. ??ὣς ἔφατʼ εὐχόμενος] ὅτι κατὰ τὴν ἡμετέραν χρῆσιν νῦν τὸ εὐχόμενος. 122. γυῖα δʼ ἔθηκεν ἐλαφρά] ὁ ἀστερίσκος, ὅτι ἐντεῦθεν μετενή- νεκται εἰς τὸν ἐπὶ Πατρόκλῳ ἀγῶνα ἐπʼ Ὀδυσσέως τρέχοντος (Il. 23. 772). 124. *Τρώεσσι μάχεσθαι] ἀντὶ τοῦ μάχου.