Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.326-2
Not analysed yet
662. κατέκτα] Πτολεμαῖός φησιν ὁ Ἀσκαλωνίτης Ἀρίσταρχον ἀνεγνωκέναι ὁμοίως τῷ “ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ” (Od. 11, 410) κατὰ συστολήν. Τυραννίων δὲ κατʼ ἔκτασιν. οἶμαι δὲ ἀκόλουθον εἶναι ἐκείνῃ τῇ γραφῇ τῇ κομιζομένῃ ὑπʼ Ἀριστάρχου “ὣς ἔμεν ὡς ἅτε δῖον Ἐρευθαλίωνα κατέκτα (Il. 4, 319). ἡ μέντοι κοινὴ ἀνά- γνωσις ἡ κατὰ συστολὴν ἀφορμὴν ἔσχε τὴν τῆς ἀποκοπῆς, ὁμοίως τῷ “οὖτα κατὰ λαπάρην (Il. 6, 64). ἱστόρηται ὅτι Τληπόλεμος θεασάμενος Λικύμνιον τὸν μήτρωα, ἤδη γεραιὸν ὑπάρχοντα, ὑπό τινος τῶν οἰκετῶν ἀμελῶς χειραγωγούμενον, ἀφῆκε τὴν βακτηρίαν ἐπὶ τὸν οἰκέτην, καὶ τούτου μὲν ἥμαρτε, πλή- ξας δὲ τὸν Λικύμνιον ἀκουσίως ἀπέκτεινεν· διὸ ἠναγκάσθη γενέσθαι φυγὰς τῆς πατρίδος.