Ancient Greek
1.327 to 1.336
Scholia in Homerum, Scholia in Iliadum 1.327-2-336
Not analysed yet
665. βῆ φεύγων] τὸ μὲν Ὁμηρικὸν ἔθος βῆ φεύγειν προφέρεται. ἀλλʼ ὅ γε Ἀρίσταρχος οὐ μετέθηκεν, ἀλλʼ οὕτως γράφει, βῆ φεύγων. γάρ οἱ] ὁ γάρ ὀξύνεται, ἵνα ἀντωνυμία γένηται ἐγκλιτικὴ δοτικῆς πτώσεως τὸ οἱ, καὶ μὴ ἄρθρον· καὶ γὰρ ἔθος μᾶλλον τῷ ποιητῇ παρα- λείπειν τὰ ἄρθρα. 667. αὐτὰρ ὅ γʼ ἐς Ῥόδον] ὅτι Ζηνόδοτος γράφει αἶψα δʼ ὅ γ᾿ ἐς Ῥόδον. οὐ δύναται δὲ ταχέως ἐληλυθέναι ἐπὶ τὴν Ῥόδον ὁ πρότερον μὲν ναῦς πεπηχὼς, εἶτα ἀλώμενος καὶ οὐκ εὐπλοηκώς. 668. σεσημείωται πρὸς τὸν ἑξῆς ἀθετούμενον· οὐ γὰρ νοήσας τις ὅτι τὸ σημαινόμενον τοιοῦτόν ἐστι, καίπερ οὐκ ἐπὶ τῆς αὐτῆς οἰκοῦν- τες πόλεως, ἀλλὰ τριχῆ διασπαρέντες ἐφιλήθησαν ὑπὸ ἀλλήλων καὶ οὐ διήχθρευσαν, ἐζήτησεν ὑπὸ τίνος ἐφιλήθησαν. διὸ προσέθηκε τὸν “ἐκ Διὸς, ὅστε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει.” 669. *ἀθετεῖται· ἡ δὲ αἰτία προείρηται. 670. πλοῦτον κατέχευε Κρονίων] ὅτι Πίνδαρος (Ol. 7, 91) κυρίως δέδεκται χρυσὸν ὗσαι τὸν Δία, Ὁμήρου μεταφορᾷ κεχρημένου διὰ τοῦ κατέχευε πρὸς ἔμφασιν τοῦ πλούτου. 671. Νιρεύς] ἐνταῦθα τρὶς ὀνομάσας τὸν Νιρέα οὐκέτι αὐτοῦ ἐμνήσθη. καὶ τούτου αὐτὸς τὴν αἰτίαν παραδίδωσι, λέγων “ἀλα- παδνὸς ἔην, παῦρος δέ οἱ εἴπετο λαός.” ἄγε] χωρὶς τοῦ ν τὸ ἄγε. καὶ ὅλως ἐφʼ ὧν τὰ ἐπιφερόμενα σύμ- φωνά ἐστι, τὸ ἐκ τῆς προτέρας λέξεως σύμφωνον περιαιρετέον. 672. Χαρόποιο] ὡς Μενάνδροιο· καὶ γὰρ ἀπὸ γενικῆς εὐθεῖά ἐστι παρειλημμένη ὡς τὸ υἱὸς Τροιζήνοιο (847), καὶ εἰς ἰδιότητα ὀφείλει ἡ βαρεῖα τάσις παραλαμβάνεσθαι. 673, 674,675. τρισὶ στίχοις παράκεινται διπλαῖ περιεστιγμέναι, ὅτι ἐκ τῶν τριῶν τοὺς δύο ἠθέτηκε Ζηνόδοτος, τὸν δὲ μέσον οὐδὲ ἔγραφεν, τοῦ Ὁμήρον φιλοτιμουμένου ἐν πᾶσι τὸν Ἀχιλλέα προτε- ροῦντα παραστῆσαι. 676. Κράπαθον] ὡς λάπαθον, οὕτως Κράπαθον· καὶ γὰρ ὁ τοιοῦτος χαρακτὴρ ὀφείλει βαρύνεσθαι ἐπὶ θηλυκῶν, λέγω δὲ ὁ εἰς θος λήγων ὑπὲρ δύο συλλαβὰς, τῷ ᾱ παραληγόμενος, ἄμαθος ψάμαθος. 677. *Καλύδνας] ὡς καλύβας ἀναγνωστέον.