Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.337-2
Not analysed yet
681. ὅτι Ζηνόδοτος μετέγραφεν οὕτως “δʼ Ἄργος τʼ εἶχον τὸ Πελασγικὸν, οὖθαρ ἀρούρης,” τοῦ Ὁμήρου φιλοτέχνως ὥσπερ προοι- μιαζομένου διὰ τὸ μεταβαίνειν ἀπὸ τῶν νήσων καὶ τῆς Πελοποννήσου ἐπὶ τὰ πατὰ Θεσσαλίαν, οὐκ ὄντα συναφῆ τοῖς προειρημένοις. τούς] μακρόθεν ὑπακούεται τὸ ἔσπετε ἢ τὸ ἐρέω· καὶ τὰ τοιαῦτα τοῖς αἰτήμασιν ὑποπίπτει. στικτέον δὲ ἐπὶ τὸ ἔναιον, ἵνʼ ᾗ τὸ ἐπι- φερόμενον, οἵ τʼ Ἄλον τε καὶ Ἀλόπην ἐνέμοντο· τὸ γὰρ οἵ κατʼ ἐπανάληψιν περισσεύει. δύναται δὲ καὶ ὑποστίζεσθαι ἕκαστος στίχος ἕως τοῦ Ἀχαιοί κατὰ τέλος. ἡ δὲ συνήθεια συνάπτουσα τὰ τοιαῦτα τοῖς ἐπάνω οὐ κατορθοῖ· οὐ γὰρ μόνοι τὸ Πελασγικὸν Ἄργος κατοι- κοῦσιν οἱ ὑπʼ Ἀχιλλεῖ τεταγμένοι. τὸ δὲ τούς ἀντωνυμία ἐστί. διὸ περισπαστέον τὸ νῦν καὶ τὸ αὖ.