Ancient Greek
1.338 to 1.342
Scholia in Homerum, Scholia in Iliadum 1.338-342
Not analysed yet
580. εἴπερ γάρ κ᾿ ἐθέλῃσιν] θωπευτικῶς τὰ τῆς δυνάμεως αὐτοῦ προβάλλεται· ἅμα δὲ καὶ πρὸς κατάπληξιν τῆς μητρός. τὸ δὲ ὅλον· εἰ θέλοι καταβαλεῖν ἡμᾶς ὁ Ζεὺς (δυνήσεται γὰρ), σὺ δὲ θωπεύσεις αὐτὸν, εὐθέως ἡμερωθήσεται. 581. *στυφελίξαι] λείπει τὸ δύναται. ἀντὶ τοῦ στυφελίξειε. 582. καθάπτεσθαι] καταπραΰνειν, ἐπέχειν. 584. *βραχὺ διασταλτέον μετὰ τὴν μετοχήν. δέπας] οἱονεὶ δέχας. καὶ “πλησάμενος οἴνοιο δέπας” (ΙΙ. 9, 224) καὶ “δεικανόωντο δέπασσιν·” γελοῖος δέ ἐστιν Ἥφαιστος ἀναπηδῶν καὶ μιμούμενος Ἥβην καὶ Γανυμήδεα καὶ μεμνημένος τῆς ῥίψεως (ΙΙ. 15. 86). 585. ἐν χερσὶ τίθει] οὕτως αἱ Ἀριστάρχου, ἐν χειρὶ, οὐ πληθυν- τικῶς ἐν χερσίν. ὁμοίως δὲ καὶ ἡ Μασσαλιωτικὴ καὶ ἡ Σωσιγένους καὶ ἡ Ἀριστοφάνους. συνάδει δὲ καὶ τὸ ἐπιφερόμενον “μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον” (596). πᾶσαι ἑνικῶς ἔχουσι τὸ χειρί, οὐ πληθυντικῶς. καὶ συνάδει τῷ “ἐδέξατο χειρὶ κύπελλον.”