Ancient Greek
1.338 to 1.344
Scholia in Homerum, Scholia in Iliadum 1.338-2-344
Not analysed yet
682. *Τρηχῖνʼ ἐνέμοντο] Ἰακῶς τὸ νέμοντο Ἀρίσταρχος. 684. ὅτι μόνους τοὺς ὑπʼ Ἀχιλλεῖ τεταγμένους Ἕλληνας καλεῖ. 686. ὅτι Ζηνόδοτος ἀθετεῖ ἀπὸ τούτου ἕως τοῦ τῆς ὅγε κεῖτʼ ἀχέων (694) στίχους ἐννέα. ἀναγκαῖοι δέ εἰσιν διʼ αὐτῶν γὰρ δηλοῦται ὅτι ἐφʼ ἑαυτῶν ἔμενον οἱ Μυρμιδόνες. 689. *κούρης χωόμενος] ὅτι ἐλλείπει ἡ περί πρόθεσις. 690. τὴν ἐκ Λυρνησσοῦ] ἡ διπλῆ περιεστιγμένη, ὅτι Ζηνόδοτος γράφει τὴν ἐν Λυρνησσῷ. οὐκ ἔλαβε δὲ αὐτὴν ἐν Λυρνησσῷ, ἀλλὰ πρότερον κατάξας τῷ Ἀγαμέμνονι ἐξαίρετον ἔλαβεν αὐτὴν γέρας. `694. ἀνστήσεσθαι ἔμελλεν] ὅτι Ζηνόδοτος γράφει ἀστήσεσθαι ἔμελλεν, διὰ τοῦ καταπροηγουμένως λόγου αἰολίζοντος, ἀλλʼ οὐχὶ σπανίως δι᾿ εὐφωνίαν. οὐδʼ οἱ Αἰολεῖς δὲ οὕτως λέγουσιν. 695. βαρυτονητέον τὸ Φυλάκην πρὸς ἀντιδιαστολὴν τοῦ ὀξυνο- μένου.