Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.343
Not analysed yet
590. ἤδη γάρ με] Ἡροκλῆς ἀνακομιζόμενος ἐξ Ἰλίου μετὰ τὴν γενομένην ὑπ᾿ αὐτοῦ πόρθησιν τῆς Ἰλίου ἐπὶ τῇ Λαομέδοντος ἀπάτῃ, παῤ ὅσον αὐτῷ ἀντὶ τῶν ἀθανάτων ἵππων οὓς ὑπέσχετο ἀντέδωκε θνητοὺς ἀπατήσας, κατ᾿ ἐκεῖνο καιροῦ προσέσχε τῇ Κῶ τῆς Μερο- πίδος, χειμῶνι κατεχόμενος κατὰ χόλον Ἥρας, μισούσης τὸν ἥρωα καὶ διὰ τοῦτο πρότερον κατακοιμισάσης τὸν Δία. οἱ δὲ ἀπὸ τῆς Κῶ θεασάμενοι αὐτὸν καὶ ὡς ἄγριον φοβηθέντες ἐξήλασαν ἀπὸ τῆς πό- λεως· ἐφ᾿ ἀγανακτήσας Ἡροκλῆς ἐξεπόρθησε τὴν Κῶ. ἐπὶ δὲ τῇ τῆς Ἥρας κατακοιμίσει ὁ Ζεὺς ὀργισθεὶς ἐν δεσμοῖς κατέσχε τὴν Ἥραν· ἣν ἐπειρᾶτο τηνικαῦτα ὁ Ἥφαιστος λύειν, καὶ φωραθεὶς ἀπὸ τοῦ Ὀλύμπου ἐξερρίφη, καὶ εἰς Λῆμνον τὴν πρὸ τῆς Θρᾴκης νῆσον καταπεσὼν χωλὸς ἐγένετο, ὥς φησιν ὁ ποιητής· διὸ καὶ ἱερὰ τοῦ θεοῦ ἡ Λῆμνος.