Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.344
Not analysed yet
591. ῥῖψε ποδός] ὅτι ἀπὸ δυεῖν τόποιν συμπεπλήρωκε τὸν μῦθον. . νῦν μὲν γὰρ, ὅτι ἐρρίφη, κατὰ δὲ τὴν ὑπόμνησιν τῶν τῆς Ἥρας δεσμῶν (ΙΙ. 15, 18) καὶ τὸν καιρὸν καὶ τὴν αἰτίαν δι᾿ ἣν ἐρρίφη. δύο ῥίψεις Ἡφαίστου, προτέρα μὲν ἡ ὑπὸ τὴν γένεσιν ὑπὸ τῆς Ἥᾶς, δευτέρα δὲ ἡ ὑπὸ Διὸς διὰ τοὺς τῆς Ἥρας δεσμούς. βηλοῦ] ἀπὸ τοῦ βεβηκέναι τοὺς θεοὺς ἐπ᾿ αὐτῷ, καὶ τοὺς ἀστέρας κεῖθι βαίνειν, οὕτως εἴρηται. τῷ δὲ τόνῳ, καθάπερ οἱ Ἀριστάρχειοι, βηλόν ὡς χωλόν προφερόμενοι, ἀποδιδόντες τὸν τῶν θεῶν βαθμόν. ἕτεροι δὲ βηλὸν εἶπον τὸν ἀνωτάτω πάγον καὶ περιέχοντα τὸν πάντα ἀέρα. ἄλλοι δὲ τὴν περίοδον τοῦ αἰθέρος καὶ τῶν ἄστρων. κοινῶς δὲ σημαίνει ὁ βηλὸς τὸν οὐδὸν τῆς θύρας, ὃ καλεῖται φλιά· ὁ γὰρ ποιητὴς ὑποτίθεται τὸν οὐρανὸν πύλας ἔχειν. εἴρηται δὲ βηλὸς ἀπὸ τοῦ βαίνεσθαι, ὡς καὶ ὀδὸς ἀπὸ τοῦ διοδεύεσθαι. τινὲς δὲ κατὰ Χαλδαίους τὴν ἀνωτάτω τοῦ οὐρανοῦ περιφέρειαν, οἱ δὲ κατὰ Δρύοπας τὸν Ὄλυμπον. ἄμεινον δὲ τὸν βατῆρα λέγειν ἤτοι τὴν φλιὰν, ἀπὸ τοῦ βαίνειν.